Add parallel Print Page Options

35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ [a]κατεδίωξεν αὐτὸν [b]Σίμων καὶ οἱ μετ’ αὐτοῦ, 37 καὶ [c]εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες [d]ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν [e]ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ [f]ἐξῆλθον. 39 καὶ [g]ἦλθεν κηρύσσων [h]εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 κατεδίωξεν WH NIV ] κατεδίωξαν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 Σίμων WH NIV ] ὁ Σίμων Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 εὗρον αὐτὸν καὶ WH Treg NIV ] εὑρόντες αὐτὸν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 ζητοῦσίν σε WH Treg NIV ] σε ζητοῦσιν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἀλλαχοῦ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἐξῆλθον WH Treg NIV ] ἐξελήλυθα RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 ἦλθεν WH Treg NIV ] ἦν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 εἰς τὰς συναγωγὰς WH Treg NIV ] ἐν ταῖς συναγωγαῖς RP

35 και πρωι εννυχον λιαν αναστας εξηλθεν και απηλθεν εις ερημον τοπον κακει προσηυχετο

36 και κατεδιωξαν αυτον ο σιμων και οι μετ αυτου

37 και ευροντες αυτον λεγουσιν αυτω οτι παντες ζητουσιν σε

38 και λεγει αυτοις αγωμεν εις τας εχομενας κωμοπολεις ινα κακει κηρυξω εις τουτο γαρ εξεληλυθα

39 και ην κηρυσσων εν ταις συναγωγαις αυτων εις ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων

Read full chapter