Add parallel Print Page Options

10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς [a]πόλιν καλουμένην Βηθσαϊδά. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ [b]ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.

12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα [c]πορευθέντες εἰς τὰς κύκλῳ κώμας [d]καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13 εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς [e]ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ [f]ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας [g]ὡσεὶ ἀνὰ πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτως καὶ [h]κατέκλιναν ἅπαντας. 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς [i]παραθεῖναι τῷ ὄχλῳ. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:10 πόλιν καλουμένην Βηθσαϊδά WH Treg NIV ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:11 ἀποδεξάμενος WH Treg NIV ] δεξάμενος RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:12 πορευθέντες WH Treg NIV ] ἀπελθόντες RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:12 καὶ WH NIV ] + τοὺς Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:13 ὑμεῖς φαγεῖν Treg NIV RP ] φαγεῖν ὑμεῖς WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:13 ἄρτοι πέντε WH NIV ] πέντε ἄρτοι Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:14 ὡσεὶ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:15 κατέκλιναν WH Treg NIV ] ἀνέκλιναν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:16 παραθεῖναι WH Treg NIV ] παρατιθέναι RP