Add parallel Print Page Options

ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, [a]οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες [b]εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον [c]τὸν δοῦλον ὑγιαίνοντα.

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς [d]ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ [e]αὐτοῦ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς [f]μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ [g]ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς [h]ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας [i]ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ [j]καὶ πάσῃ τῇ περιχώρῳ.

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν [k]κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ [l]ἄλλον προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς [m]ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:9 οὐδὲ WH Treg NIV ] οὔτε RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NIV ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 τὸν WH Treg NIV ] + ἀσθενοῦντα RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 ἐπορεύθη WH NIV ] ἐπορεύετο Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 αὐτοῦ WH Treg NIV ] + ἱκανοί RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 μονογενὴς υἱὸς WH Treg NIV ] υἱὸς μονογενὴς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:16 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17 καὶ WH NIV ] + ἐν Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 κύριον WH Treg NIV ] Ἰησοῦν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 ἄλλον NIV RP ] ἕτερον WH Treg
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:20 ἀπέστειλεν WH NIV ] ἀπέσταλκεν Treg RP