Add parallel Print Page Options

39 Εἶπεν δὲ [a]καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον [b]ἐμπεσοῦνται; 40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν [c]διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 [d]πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις [e]τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.

43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ [f]πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου [g]σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας [h]αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ [i]πονηρὸς ἐκ τοῦ [j]πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ [k]περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν [l]διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ [m]εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

[n]Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ [o]παρέξῃ τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν [p]φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ [q]ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ [r]ἰαθήτω ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, [s]οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες [t]εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον [u]τὸν δοῦλον ὑγιαίνοντα.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:39 καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:39 ἐμπεσοῦνται WH Treg NIV ] πεσοῦνται RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:40 διδάσκαλον WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 πῶς WH NIV ] ἢ πῶς Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 τὸ κάρφος … σου ἐκβαλεῖν WH NIV ] ἐκβαλεῖν τὸ κάρφος … σου Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43 πάλιν WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44 σταφυλὴν τρυγῶσιν WH Treg NIV ] τρυγῶσιν σταφυλήν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 αὐτοῦ Treg RP ] – WH NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηρὸς WH Treg NIV ] + ἄνθρωπος RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηροῦ WH Treg NA ] + θησαυροῦ τῆς καρδίας αὑτοῦ NIV RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 περισσεύματος WH Treg NIV ] τοῦ περισσεύματος τῆς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:48 διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NIV ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:49 εὐθὺς συνέπεσεν WH Treg NIV ] εὐθὲως ἔπεσεν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:1 Ἐπειδὴ WH Treg NIV ] Ἐπει δὲ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:4 παρέξῃ WH Treg NIV ] παρέξει RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 φίλους ὁ ἑκατοντάρχης WH NIV ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 ἱκανός εἰμι WH Treg NIV ] εἰμι ἱκανός RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:7 ἰαθήτω WH Treg NIV ] ἰαθήσεται RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:9 οὐδὲ WH Treg NIV ] οὔτε RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NIV ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 τὸν WH Treg NIV ] + ἀσθενοῦντα RP