Add parallel Print Page Options

20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.

22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ [a]τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. 24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι [b]νῦν, ὅτι πεινάσετε. [c]οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.

26 Οὐαὶ ὅταν [d]καλῶς ὑμᾶς εἴπωσιν [e]πάντες οἱ ἄνθρωποι, κατὰ [f]τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:23 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:25 νῦν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:25 οὐαί WH Treg NIV ] + ὑμῖν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:26 καλῶς ὑμᾶς WH Treg RP ] ὑμᾶς καλῶς NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:26 πάντες WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:26 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP