Add parallel Print Page Options

29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος [a]πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ [b]Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν· [c]Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. 34 [d]δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι [e]νηστεῦσαι; 35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα [f]ἀπὸ ἱματίου καινοῦ [g]σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν [h]σχίσει καὶ τῷ παλαιῷ οὐ [i]συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ [j]οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς [k]βλητέον. 39 [l]καὶ οὐδεὶς πιὼν [m]παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς [n]χρηστός ἐστιν.

Ἐγένετο δὲ ἐν [o]σαββάτῳ διαπορεύεσθαι αὐτὸν [p]διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ [q]καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. τινὲς δὲ τῶν Φαρισαίων [r]εἶπαν· Τί ποιεῖτε ὃ οὐκ [s]ἔξεστιν τοῖς σάββασιν; καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ [t]ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ [u]ὄντες; [v]ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως [w]λαβὼν ἔφαγεν καὶ [x]ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; καὶ ἔλεγεν [y]αὐτοῖς· Κύριός ἐστιν [z]τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

Ἐγένετο [aa]δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν [ab]ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· [ac]παρετηροῦντο [ad]δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ [ae]θεραπεύει, ἵνα εὕρωσιν [af]κατηγορεῖν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, [ag]εἶπεν δὲ τῷ [ah]ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· [ai]Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· [aj]καὶ ἀναστὰς ἔστη. εἶπεν [ak]δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· [al]Ἐπερωτῶ ὑμᾶς, [am]εἰ ἔξεστιν [an]τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ [ao]ἀπολέσαι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [ap]αὐτοῦ. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29 πολὺς τελωνῶν WH Treg NIV ] τελωνῶν πολὺς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:30 Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NIV ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:33 Οἱ WH NIV ] Διὰ τί οἱ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 δὲ RP ] + Ἰησοῦς WH Treg NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 νηστεῦσαι WH Treg NIV ] νηστεύειν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 ἀπὸ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσας WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσει WH Treg NIV ] σχίζει RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 συμφωνήσει τὸ ἐπίβλημα WH Treg NIV ] συμφωνεῖ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:37 οἶνος ὁ νέος WH Treg NIV ] νέος οἶνος RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:38 βλητέον WH NIV ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 καὶ Treg NIV RP ] – WH
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 παλαιὸν WH Treg NIV ] + εὐθέως RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 χρηστός WH Treg NA ] χρηστότερός NIV RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 σαββάτῳ WH Treg NIV ] + δευτεροπρώτῳ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 διὰ WH Treg NIV ] + τῶν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 καὶ ἤσθιον τοὺς στάχυας WH Treg NIV ] τοὺς στάχυας καὶ ἤσθιον RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:2 εἶπαν WH Treg NIV ] +αὐτοῖς RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:2 ἔξεστιν WH Treg NIV ] + ποιεῖν ἐν RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὁπότε RP ] ὅτε WH Treg NIV
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὄντες NIV RP ] – WH Treg
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ὡς WH Treg RP NA ] – NIV
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 λαβὼν WH Treg NIV ] ἔλαβεν καὶ RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ἔδωκεν WH Treg NIV ] + καὶ RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 αὐτοῖς WH NIV ] + ὅτι Treg RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου WH NIV ] ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦ σαββάτου Treg RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6 δὲ WH Treg NIV ] + καὶ RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6 ἄνθρωπος ἐκεῖ WH Treg NIV ] ἐκεῖ ἄνθρωπος RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 παρετηροῦντο WH Treg NIV ] Παρετήρουν RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 δὲ Treg RP ] + αὐτὸν WH NIV
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 θεραπεύει WH Treg NIV ] θεραπεύσει RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 κατηγορεῖν WH Treg NIV ] κατηγορίαν RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 εἶπεν δὲ WH Treg NIV ] καὶ εἶπεν RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 ἀνδρὶ WH Treg NIV ] ἀνθρώπῳ RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 καὶ WH Treg NIV ] Ὁ δὲ RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 δὲ WH Treg NIV ] οὖν RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 Ἐπερωτῶ WH Treg NIV ] Ἐπερωτήσω RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 εἰ WH Treg NIV ] τί RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 τῷ σαββάτῳ WH Treg NIV ] τοῖς σάββασιν RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 ἀπολέσαι WH Treg NIV ] ἀποκτεῖναι RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:10 αὐτοῦ WH NIV ] + ὡς ἡ ἄλλη Treg; + ὑγιὴς ὡς ἡ ἄλλη RP