Add parallel Print Page Options

27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28 καὶ καταλιπὼν [a]πάντα ἀναστὰς [b]ἠκολούθει αὐτῷ.

29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος [c]πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ [d]Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν· [e]Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. 34 [f]δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι [g]νηστεῦσαι; 35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα [h]ἀπὸ ἱματίου καινοῦ [i]σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν [j]σχίσει καὶ τῷ παλαιῷ οὐ [k]συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ [l]οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς [m]βλητέον. 39 [n]καὶ οὐδεὶς πιὼν [o]παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς [p]χρηστός ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 πάντα WH Treg NIV ] ἅπαντα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 ἠκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29 πολὺς τελωνῶν WH Treg NIV ] τελωνῶν πολὺς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:30 Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NIV ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:33 Οἱ WH NIV ] Διὰ τί οἱ Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 δὲ RP ] + Ἰησοῦς WH Treg NIV
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 νηστεῦσαι WH Treg NIV ] νηστεύειν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 ἀπὸ WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσας WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσει WH Treg NIV ] σχίζει RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 συμφωνήσει τὸ ἐπίβλημα WH Treg NIV ] συμφωνεῖ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:37 οἶνος ὁ νέος WH Treg NIV ] νέος οἶνος RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:38 βλητέον WH NIV ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 καὶ Treg NIV RP ] – WH
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 παλαιὸν WH Treg NIV ] + εὐθέως RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 χρηστός WH Treg NA ] χρηστότερός NIV RP