Add parallel Print Page Options

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ [a]καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ, καὶ εἶδεν [b]δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς [c]ἀπ’ αὐτῶν ἀποβάντες [d]ἔπλυνον τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ [e]ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, [f]καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς [g]Σίμων [h]εἶπεν· Ἐπιστάτα, δι’ [i]ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω [j]τὰ δίκτυα. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, [k]διερρήσσετο δὲ [l]τὰ δίκτυα αὐτῶν. καὶ κατένευσαν τοῖς [m]μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων [n]ὧν συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα [o]ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1 καὶ WH Treg NIV ] τοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 δύο πλοῖα Treg NIV RP ] πλοῖα δύο WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἀπ᾽ αὐτῶν ἀποβάντες WH Treg NIV ] ἀποβάντες ἀπ᾽ αὐτῶν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἔπλυνον WH Treg NIV ] ἀπέπλυναν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 ἦν WH Treg NIV ] + τοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NIV ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 ὅλης WH Treg NIV ] + τῆς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:7 μετόχοις WH Treg NIV ] + τοῖς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:9 ὧν WH Treg NIV ] ᾗ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:10 Treg NIV RP ] – WH