ΚΑΤΑ ΛΟΥΚΑΝ 3:21-4:13
SBL Greek New Testament
21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει [a]ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ [b]γενέσθαι· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
23 Καὶ αὐτὸς [c]ἦν Ἰησοῦς [d]ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν [e]υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ 24 τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ 25 τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ 26 τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ [f]Ἰωσὴχ τοῦ Ἰωδὰ 27 τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ 28 τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ 29 τοῦ [g]Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ 30 τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ 31 τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ 32 τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴλ τοῦ Βόος τοῦ [h]Σαλὰ τοῦ Ναασσὼν 33 τοῦ [i]Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φαρὲς τοῦ Ἰούδα 34 τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ 35 τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ 36 τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ 37 τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ 38 τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.
4 Ἰησοῦς δὲ [j]πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι [k]ἐν τῇ ἐρήμῳ 2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν [l]αὐτῶν ἐπείνασεν. 3 [m]εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη [n]πρὸς αὐτὸν ὁ Ἰησοῦς· Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται [o]ὁ [p]ἄνθρωπος.
5 Καὶ ἀναγαγὼν [q]αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ [r]ἂν θέλω δίδωμι αὐτήν· 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8 καὶ ἀποκριθεὶς [s]ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται· [t]Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9 [u]Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ [v]ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ [w]ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
Footnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:22 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:22 γενέσθαι WH Treg NIV ] + λέγουσαν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 ἦν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα WH Treg NIV ] ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 υἱός ὡς ἐνομίζετο WH Treg NIV ] ὡς ἐνομίζετο υἱός RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:26 Ἰωσὴχ WH Treg NIV ] Ἰωσήφ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:29 Ἰησοῦ WH Treg NIV ] Ἰωσή RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:32 Σαλὰ WH NA ] Σαλμών Treg NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:33 Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ Holmes NA ] Ἀδμὶν τοῦ Ἀρνὶ WH; Ἀμιναδάβ τοῦ Ἀράμ Treg NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:1 πλήρης πνεύματος ἁγίου WH Treg NIV ] πνεύματος ἁγίου πλήρης RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:1 ἐν τῇ ἐρήμῳ WH Treg NIV ] εἰς τήν ἐρήμον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:2 αὐτῶν WH Treg NIV ] + ὕστερον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:3 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NIV Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 ἄνθρωπος WH NIV ] + ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:5 αὐτὸν WH Treg NA ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:6 ἂν WH Treg ] ἐὰν NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NIV ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NIV ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:9 Ἤγαγεν δὲ WH Treg NIV ] Καὶ ἤγαγεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:9 ἔστησεν WH NIV ] + αὐτὸν Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 4:11 ὅτι WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software