Add parallel Print Page Options

44 Εἶπεν δὲ [a]πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι [b]μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως [c]καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως [d]γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν [e]καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— [f]ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς [g]ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ [h]ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ [i]πόλει ἕως οὗ ἐνδύσησθε [j]ἐξ ὕψους δύναμιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 μου WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 καὶ RP ] + τοῖς WH Treg NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 καὶ Treg NIV RP ] εἰς WH NA
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP