Add parallel Print Page Options

44 [a]Καὶ ἦν [b]ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 [c]τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη [d]δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου [e]παρατίθεμαι τὸ πνεῦμά μου. [f]τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον [g]ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, [h]θεωρήσαντες τὰ γενόμενα, [i]τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ [j]αὐτῷ [k]μακρόθεν, καὶ γυναῖκες αἱ [l]συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, [m]ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς [n]προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ [o]καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν [p]αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν [q]οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν [r]παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ [s]αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι [t]ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.

Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, 24 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως [u]ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν [v]ἀρώματα. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, [w]εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ [x]σῶμα. καὶ ἐγένετο ἐν τῷ [y]ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν [z]ἐσθῆτι ἀστραπτούσῃ. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν [aa]τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; [ab]οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων [ac]τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία [ad]ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· [ae]ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα [af]ταῦτα, καὶ ἠπίστουν αὐταῖς. 12 [ag]Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ [ah]ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς [ai]αὑτὸν θαυμάζων τὸ γεγονός.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 Καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 ἤδη WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 τοῦ ἡλίου ἐκλιπόντος WH NIV ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 δὲ WH NIV ] – Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 παρατίθεμαι WH Treg NIV ] παραθήσομαι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 τοῦτο δὲ WH Treg NIV ] καὶ ταῦτα RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47 ἐδόξαζεν WH Treg NIV ] ἐδόξασεν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 θεωρήσαντες WH Treg NIV ] θεωροῦντες RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 τύπτοντες WH Treg NIV ] + ἑαυτῶν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 μακρόθεν Treg RP ] απο μακρόθεν WH NIV
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 συνακολουθοῦσαι WH Treg NIV ] συνακολουθήσασαι RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50 ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NIV
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:51 προσεδέχετο WH Treg NIV ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 καθελὼν WH Treg NIV ] + αὐτὸ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 αὐτὸν WH Treg NA ] αὐτὸ NIV RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 οὐδεὶς οὔπω WH Treg NIV ] οὐδέπω οὐδεὶς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:54 παρασκευῆς καὶ WH Treg NIV ] Παρασκευή RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 αἱ WH Treg NIV ] – RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NIV ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἐπὶ τὸ μνῆμα ἦλθον WH NIV ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἀρώματα WH Treg NIV ] + καί τινες σὺν αὐταῖς RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 εἰσελθοῦσαι δὲ WH Treg NIV ] Καὶ εἰσελθοῦσαι RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NIV RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἀπορεῖσθαι WH Treg NIV ] διαπορεῖσθαι RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἐσθῆτι ἀστραπτούσῃ WH Treg NIV ] ἐσθήσεσιν ἀστραπτούσαις RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:5 τὰ πρόσωπα WH Treg NIV ] τὸ πρόσωπον RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:6 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NIV RP ] [[WH]]
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:7 τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NIV ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 WH Treg NIV ] –RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἔλεγον WH Treg NIV ] αἳ ἔλεγον RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:11 ταῦτα WH Treg NIV ] αὐτῶν RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 Ὁ δὲ … τὸ γεγονός Treg NIV RP ] [[WH]]
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 ὀθόνια [[WH]] Treg NIV ] + κείμενα RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 αὑτὸν [[WH]] ] αὐτὸν Treg; ἑαυτὸν NIV RP