Font Size
ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66-71
SBL Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66-71
SBL Greek New Testament
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς [a]τε καὶ γραμματεῖς, καὶ [b]ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰν [c]δὲ ἐρωτήσω, οὐ μὴ [d]ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν [e]δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτι [f]ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 τε WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 ἀπήγαγον WH Treg NIV ] ἀνήγαγον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 δὲ WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 ἀποκριθῆτε WH NIV ] μοι ἢ ἀπολύσητε Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:69 δὲ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:71 ἔχομεν μαρτυρίας χρείαν WH Treg NIV ] χρείαν ἔχομεν μαρτυρίας RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software