Add parallel Print Page Options

66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς [a]τε καὶ γραμματεῖς, καὶ [b]ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰν [c]δὲ ἐρωτήσω, οὐ μὴ [d]ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν [e]δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτι [f]ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

23 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος [g]ἡμῶν καὶ κωλύοντα [h]φόρους Καίσαρι διδόναι [i]καὶ λέγοντα [j]αὑτὸν χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος [k]ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, [l]καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Πιλᾶτος δὲ [m]ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ [n]ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ [o]ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν [p]καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας [q]περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε [r]Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς [s]αὑτούς.

13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας [t]οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης, [u]ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16 παιδεύσας οὖν αὐτὸν [v]ἀπολύσω.

18 [w]Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν [x]τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον [y]βληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν [z]δὲ ὁ Πιλᾶτος [aa]προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· [ab]Σταύρου σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ [ac]αὐτῶν. 24 [ad]καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 τε WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 ἀπήγαγον WH Treg NIV ] ἀνήγαγον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 δὲ WH Treg NIV ] + καὶ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 ἀποκριθῆτε WH NIV ] μοι ἢ ἀπολύσητε Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:69 δὲ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:71 ἔχομεν μαρτυρίας χρείαν WH Treg NIV ] χρείαν ἔχομεν μαρτυρίας RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 ἡμῶν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 φόρους Καίσαρι WH Treg NIV ] Καίσαρι φόρους RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 καὶ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 αὑτὸν WH ] ἑαυτὸν Treg NIV RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:3 ἠρώτησεν WH Treg NIV ] ἐπηρώτησεν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:5 καὶ WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:6 ἀκούσας WH NIV ] + Γαλιλαίαν Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NIV ] θέλων ἐξ ἱκανοῦ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἀκούειν WH Treg NIV ] + πολλὰ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 καὶ NIV ] – WH Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 περιβαλὼν WH NIV ] αὐτὸν Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NIV ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 αὑτούς WH ] αὐτούς Treg NIV; ἑαυτούς RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:14 οὐθὲν WH Treg NIV ] οὐδὲν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:15 ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NIV ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:16 ἀπολύσω WH Treg NIV ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 τὸν WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 δὲ WH Treg NIV ] οὖν RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:21 Σταύρου σταύρου WH Treg NIV ] Σταύρωσον σταύρωσον RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:23 αὐτῶν WH NIV ] + καὶ τῶν ἀρχιερέων Treg RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:24 καὶ WH Treg NIV ] Ὁ δὲ RP