Add parallel Print Page Options

35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν [a]δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων [b]πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ [c]ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν [d]ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ [e]τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.

39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ [f]μαθηταί. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει [g]παρένεγκε [h]τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν [i]γινέσθω. 43 [j]ὤφθη δὲ αὐτῷ ἄγγελος [k]ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· [l]καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν [m]κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

47 [n]Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 [o]Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον [p]εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν [q]τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν [r]τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ [s]ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν [t]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [u]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [v]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 δὲ WH Treg NIV ] οὖν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 πωλησάτω WH Treg NIV ] πωλήσει RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 ἀγορασάτω WH Treg NIV ] ἀγοράσει RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 ὅτι WH Treg NIV ] + ἔτι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 τὸ WH Treg NIV ] τὰ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:39 μαθηταί WH Treg NIV ] + αὐτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 παρένεγκε WH Treg NIV ] παρενεγκεῖν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 τοῦτο τὸ ποτήριον WH Treg NIV ] τὸ ποτήριον τοῦτο RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 γινέσθω WH Treg NIV ] γενέσθω RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NIV RP ] [[WH]]
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ἀπ᾽ NIV RP ] ἀπὸ τοῦ [[WH]] Treg
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:44 καὶ ἐγένετο [[WH]] NIV ] ἐγένετο δὲ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:45 κοιμωμένους αὐτοὺς WH Treg NIV ] αὐτοὺς κοιμωμένους RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 Ἔτι WH Treg NIV ] + δέ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:48 Ἰησοῦς δὲ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:49 εἶπαν WH Treg NIV ] + αὐτῷ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NIV ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τὸ οὖς αὐτοῦ WH Treg NIV ] αὐτοῦ τὸ οὖς RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:51 ὠτίου WH Treg NIV ] + αὐτοῦ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP