Add parallel Print Page Options

14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ [a]οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν [b]ὅτι οὐ μὴ φάγω [c]αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε [d]εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν, [e]οὐ μὴ πίω ἀπὸ τοῦ [f]νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως [g]οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου [h][τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 [i]καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 [j]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου [k]κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν [l]γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ [m]ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα [n]ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου [o]ἐν τῇ βασιλείᾳ μου, καὶ [p]καθήσεσθε ἐπὶ θρόνων [q]τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

31 [r]Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [s]στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ [t]φωνήσει σήμερον ἀλέκτωρ [u]ἕως τρίς [v]με ἀπαρνήσῃ εἰδέναι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:14 οἱ WH Treg NIV ] + δώδεκα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 ὅτι WH NIV ] + οὐκέτι Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 αὐτὸ WH Treg NIV ] ἐξ αὐτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:17 εἰς ἑαυτούς WH Treg NIV ] ἑαυτοῖς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 νῦν ἀπὸ τοῦ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὗ WH Treg NIV ] ὅτου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:19 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NIV RP ] [[WH]]
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:20 καὶ τὸ ποτήριον ὡσαύτως Treg NIV [[WH]] ] ὡσαύτως καὶ τὸ ποτήριον RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NIV ] καὶ ὁ μὲν υἱὸς RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NIV ] πορεύεται κατὰ τὸ ὡρισμένον RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:26 γινέσθω WH Treg NIV ] γενέσθω RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NIV ] εἰμι ἐν μέσῳ ὑμῶν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἔσθητε WH Treg NIV ] ἐσθίητε RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 καθήσεσθε NIV Treg ] καθῆσθε WH; καθίσεσθε RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 τὰς … φυλὰς κρίνοντες WH NIV ] κρίνοντες τὰς … φυλὰς Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31 Σίμων WH NIV ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:32 στήρισον WH Treg NIV ] στήριξον RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 φωνήσει WH Treg NIV ] μή φωνήσῃ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 ἕως WH Treg NIV ] πρὶν ἢ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NIV ] ἀπαρνήσῃ μή εἰδέναι με RP