Add parallel Print Page Options

29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ [a]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν [b]ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ [c]ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· [d]ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε [e]δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα [f]κατισχύσητε ἐκφυγεῖν [g]ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

37 Ἦν δὲ τὰς ἡμέρας [h]ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

22 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.

Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν [i]καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς [j]αὐτοῖς παραδῷ αὐτόν. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν [k]ἄτερ ὄχλου αὐτοῖς.

Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [l]ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις [m]ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν [n]εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς [o]εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ὑμῶν αἱ καρδίαι NIV RP ] αἱ καρδίαι ὑμῶν WH Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος WH Treg NIV ] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 ἐπεισελεύσεται γὰρ WH Treg NIV ] γὰρ ἐπελεύσεται RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 δὲ WH Treg NIV ] οὖν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 κατισχύσητε WH Treg NIV ] καταξιωθῆτε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 ταῦτα WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:37 ἐν τῷ ἱερῷ διδάσκων WH NIV RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:3 καλούμενον WH Treg NIV ] ἐπικαλούμενον RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:4 αὐτοῖς παραδῷ αὐτόν WH Treg NIV ] αὐτὸν παραδῷ αὐτοῖς RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:6 ἄτερ ὄχλου αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἄτερ ὄχλου RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:7 WH Treg NIV ] ἐν ᾗ RP NA
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:9 ἑτοιμάσωμεν WH Treg NIV ] ἑτοιμάσομεν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:10 εἰς ἣν WH Treg NIV ] οὗ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:13 εἰρήκει WH Treg NIV ] εἴρηκεν RP