Add parallel Print Page Options

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς [a]εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· [b]Πραγματεύσασθε [c]ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς [d]δεδώκει τὸ ἀργύριον, ἵνα [e]γνοῖ τί [f]διεπραγματεύσαντο. 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου [g]δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· [h]Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NIV ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 Πραγματεύσασθε Treg NIV RP ] πραγματεύσασθαι WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 ἐν ᾧ WH Treg NIV ] ἕως RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 δεδώκει WH Treg NIV ] ἔδωκεν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 γνοῖ WH Treg NIV ] γνῷ τίς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 διεπραγματεύσαντο WH Treg NIV ] διεπραγματεύσατο RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:16 δέκα προσηργάσατο WH Treg NIV ] προσηργάσατο δέκα RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:17 Εὖγε WH Treg NIV ] Εὖ RP