ΚΑΤΑ ΛΟΥΚΑΝ 18:35-19:9
SBL Greek New Testament
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν [a]ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο [b]τί εἴη τοῦτο· 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα [c]σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 40 σταθεὶς δὲ [d]ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41 [e]Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι [f]καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ [g]αὐτὸς πλούσιος· 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προδραμὼν [h]εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ [i]Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ [j]ἡμίσιά [k]μου τῶν ὑπαρχόντων, κύριε, [l]τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. 9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
Footnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:35 ἐπαιτῶν WH Treg NIV ] προσαιτῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:36 τί WH NIV RP ] + ἂν Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:39 σιγήσῃ WH Treg NIV ] σιωπήσῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:40 ὁ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:41 Τί WH NIV ] λέγων Τί Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 καλούμενος WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 αὐτὸς WH Treg NIV ] οὗτος ἦν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 εἰς τὸ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 ἡμίσιά WH Treg NIV ] ἡμίση RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 μου τῶν ὑπαρχόντων WH Treg NIV ] τῶν ὑπαρχόντων μου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NIV ] δίδωμι τοῖς πτωχοῖς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software