ΚΑΤΑ ΛΟΥΚΑΝ 16:19-17:10
SBL Greek New Testament
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ [a]τις ὀνόματι [b]Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι [c]ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι [d]ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, [e]ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι [f]ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶ [g]ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, [h]μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπεν δέ· Ἐρωτῶ [i]σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει [j]δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [k]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [l]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [m]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· 2 λυσιτελεῖ αὐτῷ εἰ [n]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [o]τῶν μικρῶν τούτων ἕνα. 3 προσέχετε ἑαυτοῖς. ἐὰν [p]ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας [q]ἁμαρτήσῃ εἰς σὲ καὶ [r]ἑπτάκις ἐπιστρέψῃ [s]πρὸς σὲ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.
5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. 6 εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ [t]αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, 8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 μὴ [u]ἔχει χάριν τῷ [v]δούλῳ ὅτι ἐποίησεν τὰ [w]διαταχθέντα; 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, [x]ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
Footnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:20 τις WH Treg NIV ] + ἦν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:20 Λάζαρος WH Treg NIV ] + ὃς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:21 ἀπὸ WH NIV ] + τῶν ψιχίων Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:21 ἐπέλειχον WH Treg NIV ] ἀπέλειχον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:23 ὁρᾷ WH Treg NIV ] + τὸν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:25 ἀπέλαβες WH Treg NIV ] + σὺ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:26 ἐν WH NIV ] ἐπὶ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:26 μηδὲ WH Treg NIV ] + οἱ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 16:29 δὲ WH NIV ] δὲ αὐτῷ Treg; αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ WH Treg NIV ] δὲ ἁμάρτῃ εἰς σὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 ἁμαρτήσῃ WH Treg NIV ] ἁμάρτῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 ἑπτάκις WH Treg NIV ] + τῆς ἡμέρας RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 πρὸς σὲ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:7 αὐτῷ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 ἔχει χάριν WH Treg NIV ] χάριν ἔχει RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 δούλῳ WH Treg NIV ] + ἐκείνῳ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 διαταχθέντα WH Treg NIV ] + οὐ δοκῶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:10 ὃ ὠφείλομεν WH Treg NIV ] ὅτι ὃ ὀφείλομεν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software