ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22-34
SBL Greek New Testament
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο [a]λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ [b]ψυχῇ τί φάγητε, μηδὲ τῷ [c]σώματι τί ἐνδύσησθε. 23 ἡ [d]γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται [e]ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι [f]πῆχυν; 26 εἰ οὖν [g]οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ [h]ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως [i]ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε [j]καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου [k]ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαν [l]αὐτοῦ, καὶ [m]ταῦτα προστεθήσεται ὑμῖν.
32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 λέγω ὑμῖν WH Treg NIV ] ὑμῖν λέγω RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 ψυχῇ WH Treg NIV ] + ὑμῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 σώματι Treg NIV RP ] + ὑμῶν WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:23 γὰρ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NIV ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 πῆχυν WH NA ] + ἕνα Treg NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:26 οὐδὲ WH Treg NIV ] οὐτὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NIV ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἀμφιέζει WH Treg NIV ] ἀμφιέννυσιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:29 καὶ WH Treg NIV ] ἢ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:30 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 αὐτοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 ταῦτα WH Treg NIV ] + πάντα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software