Add parallel Print Page Options

11 ὅταν δὲ [a]εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ [b]μεριμνήσητε πῶς [c]ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

13 Εἶπεν δέ τις [d]ἐκ τοῦ ὄχλου αὐτῷ· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν. 14 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν [e]κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ [f]πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ [g]αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων [h]αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 εἰσφέρωσιν WH Treg NIV ] προσφέρωσιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 μεριμνήσητε WH Treg NIV ] μεριμνᾶτε RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 ἢ τί WH Treg RP NA ] – NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NIV ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:14 κριτὴν WH Treg NIV ] δικαστὴν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 πάσης WH Treg NIV ] τῆς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP