Add parallel Print Page Options

37 Ἐν δὲ τῷ λαλῆσαι [a]ἐρωτᾷ αὐτὸν [b]Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.

42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα [c]δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ [d]παρεῖναι. 43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44 οὐαὶ [e]ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι [f]οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46 ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48 ἄρα [g]μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ [h]οἰκοδομεῖτε. 49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ [i]διώξουσιν, 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51 [j]ἀπὸ αἵματος Ἅβελ [k]ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.

53 [l]Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες [m]αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος [n]αὐτοῦ.

12 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, [o]ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων. οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι [p]ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία [q]πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· [r]μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:37 ἐρωτᾷ WH Treg NIV ] ἠρωτᾷ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:37 Φαρισαῖος WH Treg NIV ] + τις RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:42 δὲ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:42 παρεῖναι WH Treg NIV ] ἀφιέναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:44 ὑμῖν WH Treg NIV ] + γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:44 οἱ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:48 μάρτυρές ἐστε WH Treg NIV ] μάρτυρεῖτε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:48 οἰκοδομεῖτε WH Treg NIV ] + αὐτῶν τὰ μνημεῖα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:49 διώξουσιν WH NIV ] ἐκδιώξουσιν Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:51 ἀπὸ WH Treg NA ] + τοῦ NIV RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:51 ἕως WH Treg NA ] + τοῦ NIV RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:53 Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ WH Treg NIV ] Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:54 αὐτὸν WH NIV ] + ζητοῦντες Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:54 αὐτοῦ WH NIV ] + ἵνα κατηγορήσωσιν αὐτοῦ Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NIV ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:5 ἔχοντα ἐξουσίαν WH Treg NIV ] ἐξουσίαν ἔχοντα RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:6 πωλοῦνται WH Treg NIV ] πωλεῖται RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:7 μὴ WH Treg NIV ] + οὖν RP