Add parallel Print Page Options

27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις [a]φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· 28 αὐτὸς δὲ εἶπεν· [b]Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ [c]φυλάσσοντες.

29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰ αὕτη [d]γενεὰ πονηρά ἐστιν· σημεῖον [e]ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [f]Ἰωνᾶ. 30 καθὼς γὰρ ἐγένετο [g]Ἰωνᾶς [h]τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. 32 ἄνδρες [i]Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

33 [j]Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ [k]φέγγος βλέπωσιν. 34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός [l]σου. [m]ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. 35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον [n]μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

37 Ἐν δὲ τῷ λαλῆσαι [o]ἐρωτᾷ αὐτὸν [p]Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.

42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα [q]δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ [r]παρεῖναι. 43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44 οὐαὶ [s]ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι [t]οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46 ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48 ἄρα [u]μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ [v]οἰκοδομεῖτε. 49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ [w]διώξουσιν, 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51 [x]ἀπὸ αἵματος Ἅβελ [y]ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.

53 [z]Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες [aa]αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος [ab]αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:27 φωνὴν γυνὴ WH NIV ] γυνὴ φωνὴν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:28 Μενοῦν WH Treg NIV ] Μενοῦνγε RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:28 φυλάσσοντες WH Treg NIV ] + αὐτόν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 γενεὰ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 ζητεῖ WH Treg NIV ] ἐπιζητεῖ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:30 Ἰωνᾶς Treg NIV RP ] ὁ Ἰωνᾶς WH
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:30 τοῖς Νινευίταις σημεῖον WH Treg NIV ] σημεῖον τοῖς Νινευίταις RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:32 Νινευῖται WH Treg NIV ] Νινευῒ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:33 Οὐδεὶς WH Treg NIV ] + δὲ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:33 φέγγος RP ] φῶς WH Treg NIV
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34 σου WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34 ὅταν WH Treg NIV ] + οὖν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:36 μέρος τι WH Treg NIV ] τι μέρος RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:37 ἐρωτᾷ WH Treg NIV ] ἠρωτᾷ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:37 Φαρισαῖος WH Treg NIV ] + τις RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:42 δὲ WH Treg NIV ] – RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:42 παρεῖναι WH Treg NIV ] ἀφιέναι RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:44 ὑμῖν WH Treg NIV ] + γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:44 οἱ WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:48 μάρτυρές ἐστε WH Treg NIV ] μάρτυρεῖτε RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:48 οἰκοδομεῖτε WH Treg NIV ] + αὐτῶν τὰ μνημεῖα RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:49 διώξουσιν WH NIV ] ἐκδιώξουσιν Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:51 ἀπὸ WH Treg NA ] + τοῦ NIV RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:51 ἕως WH Treg NA ] + τοῦ NIV RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:53 Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ WH Treg NIV ] Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:54 αὐτὸν WH NIV ] + ζητοῦντες Treg RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:54 αὐτοῦ WH NIV ] + ἵνα κατηγορήσωσιν αὐτοῦ Treg RP