Add parallel Print Page Options

39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη [a]Μαριάμ, ἣ καὶ [b]παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ [c]Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με [d]κατέλειπεν διακονεῖν; [e]εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ [f]κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ [g]θορυβάζῃ περὶ πολλά, 42 [h]ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· [i]Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται [j]αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Μαριάμ WH NIV ] Μαρία Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 εἰπὲ Treg NIV RP ] εἰπὸν WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 κύριος WH NIV ] Ἰησοῦς Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP