ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38-11:28
SBL Greek New Testament
38 [a]Ἐν δὲ τῷ πορεύεσθαι [b]αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο [c]αὐτὸν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη [d]Μαριάμ, ἣ καὶ [e]παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ [f]Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με [g]κατέλειπεν διακονεῖν; [h]εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ [i]κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ [j]θορυβάζῃ περὶ πολλά, 42 [k]ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· [l]Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται [m]αὐτῆς.
11 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. 2 εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· [n]Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία [o]σου· 3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν· 4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς [p]πειρασμόν.
5 Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, 6 ἐπειδὴ φίλος [q]μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· 7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. 8 λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι [r]φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ [s]ὅσων χρῄζει.
9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11 τίνα δὲ [t]ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ [u]υἱὸς ἰχθύν, [v]καὶ ἀντὶ ἰχθύος ὄφιν [w]αὐτῷ ἐπιδώσει; 12 ἢ καὶ [x]αἰτήσει ᾠόν, [y]ἐπιδώσει αὐτῷ σκορπίον; 13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
14 Καὶ ἦν ἐκβάλλων [z]δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· 15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ [aa]τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· 16 ἕτεροι δὲ πειράζοντες σημεῖον [ab]ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ. 17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. 18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο [ac]αὐτοὶ ὑμῶν κριταὶ ἔσονται. 20 εἰ δὲ ἐν δακτύλῳ [ad]θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν [ae]δὲ ἰσχυρότερος [af]αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23 ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.
24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ [ag]εὑρίσκον λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· 25 καὶ ἐλθὸν [ah]εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. 26 τότε πορεύεται καὶ παραλαμβάνει [ai]ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ [aj]εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις [ak]φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· 28 αὐτὸς δὲ εἶπεν· [al]Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ [am]φυλάσσοντες.
Footnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτοὺς WH NIV ] + καὶ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτὸν NIV ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Μαριάμ WH NIV ] Μαρία Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 εἰπὲ Treg NIV RP ] εἰπὸν WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 κύριος WH NIV ] Ἰησοῦς Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:2 Πάτερ WH Treg NIV ] + ἡμῶν ὁ ἐν τοῖς οὐρανοις RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:2 σου WH Treg NIV ] + Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:4 πειρασμόν WH Treg NIV ] + ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6 μου WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 φίλον αὐτοῦ WH Treg NIV ] αὐτοῦ φίλον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 ὅσων WH Treg NIV ] ὅσον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 ἐξ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 υἱὸς WH NIV ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 καὶ NIV ] μὴ WH Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 αὐτῷ ἐπιδώσει WH Treg NIV ] ἐπιδώσει αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:12 αἰτήσει WH Treg NIV ] ἐὰν αἰτήσῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:12 ἐπιδώσει WH NIV ] μὴ ἐπιδώσει Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:14 δαιμόνιον WH ] + καὶ αὐτὸ ἦν Treg NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:15 τῷ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:16 ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ WH Treg NIV ] παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:19 αὐτοὶ ὑμῶν κριταὶ WH NIV ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:22 δὲ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:22 αὐτοῦ WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:24 εὑρίσκον Treg RP ] + τότε WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:25 εὑρίσκει Treg NIV RP ] + σχολάζοντα WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:26 ἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NIV ] ἑπτά ἕτερα … ἑαυτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:26 εἰσελθόντα WH Treg NIV ] ἐλθόντα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:27 φωνὴν γυνὴ WH NIV ] γυνὴ φωνὴν Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:28 Μενοῦν WH Treg NIV ] Μενοῦνγε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:28 φυλάσσοντες WH Treg NIV ] + αὐτόν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software