ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1-7
SBL Greek New Testament
10 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος [a]καὶ ἑτέρους ἑβδομήκοντα [b]δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [c]δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2 ἔλεγεν [d]δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως [e]ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. 3 ὑπάγετε· [f]ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, [g]μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 εἰς ἣν δ’ ἂν [h]εἰσέλθητε οἰκίαν πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6 καὶ ἐὰν [i]ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ’ ὑμᾶς ἀνακάμψει. 7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ [j]αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 καὶ Treg RP ] – WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 δὲ WH Treg NIV ] οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 ἐργάτας ἐκβάλῃ WH Treg NIV ] ἐκβάλῃ ἐργάτας RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:3 ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:4 μὴ WH Treg NIV ] μηδὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:5 εἰσέλθητε οἰκίαν WH Treg NIV ] οἰκίαν εἰσέρχησθε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:6 ᾖ ἐκεῖ Treg RP ] ἐκεῖ ᾖ WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:7 αὐτοῦ WH Treg NIV ] + ἐστίν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software