Add parallel Print Page Options

10 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος [a]καὶ ἑτέρους ἑβδομήκοντα [b]δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [c]δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν [d]δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως [e]ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· [f]ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, [g]μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ’ ἂν [h]εἰσέλθητε οἰκίαν πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 καὶ Treg RP ] – WH NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 δὲ WH Treg NIV ] οὖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 ἐργάτας ἐκβάλῃ WH Treg NIV ] ἐκβάλῃ ἐργάτας RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:3 ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:4 μὴ WH Treg NIV ] μηδὲ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:5 εἰσέλθητε οἰκίαν WH Treg NIV ] οἰκίαν εἰσέρχησθε RP