Add parallel Print Page Options

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ [a]πρόσωπον [b]ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, [c]ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ [d]μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι [e]αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν [f]αὐτοῖς. 56 [g]καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

57 [h]Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου [i]ἐὰν [j]ἀπέρχῃ. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· [k]Κύριε, ἐπίτρεψόν μοι [l]ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπεν δὲ [m]αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπεν δὲ [n]ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν [o]χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν [p]τῇ βασιλείᾳ τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 πρόσωπον WH NIV ] + αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 ἐστήρισεν WH Treg NIV ] ἐστήριξεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:52 ὡς WH NIV ] ὥστε Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 αὐτούς WH Treg NIV ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:55 αὐτοῖς WH Treg NIV ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:56 καὶ WH Treg NIV ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 Καὶ WH Treg NIV ] Ἐγένετο δὲ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 ἐὰν WH Treg NIV ] ἂν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 ἀπέρχῃ WH Treg NIV ] + κύριε RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:59 Κύριε Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:59 ἀπελθόντι πρῶτον NIV RP ] πρῶτον ἀπελθόντι WH Treg
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:60 αὐτῷ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62 ὁ Ἰησοῦς NIV ] πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA; ὁ Ἰησοῦς πρὸς αὐτὸν Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62 χεῖρα WH NIV ] + αὐτοῦ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62 τῇ βασιλείᾳ WH Treg NIV ] εἰς τὴν βασιλείαν RP

51 εγενετο δε εν τω συμπληρουσθαι τας ημερας της αναληψεως αυτου και αυτος το προσωπον αυτου εστηριξεν του πορευεσθαι εις ιερουσαλημ

52 και απεστειλεν αγγελους προ προσωπου αυτου και πορευθεντες εισηλθον εις κωμην σαμαρειτων ωστε ετοιμασαι αυτω

53 και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εις ιερουσαλημ

54 ιδοντες δε οι μαθηται αυτου ιακωβος και ιωαννης ειπον κυριε θελεις ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτους ως και ηλιας εποιησεν

55 στραφεις δε επετιμησεν αυτοις και ειπεν ουκ οιδατε οιου πνευματος εστε υμεις

56 ο γαρ υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι αλλα σωσαι και επορευθησαν εις ετεραν κωμην

57 εγενετο δε πορευομενων αυτων εν τη οδω ειπεν τις προς αυτον ακολουθησω σοι οπου αν απερχη κυριε

58 και ειπεν αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη

59 ειπεν δε προς ετερον ακολουθει μοι ο δε ειπεν κυριε επιτρεψον μοι απελθοντι πρωτον θαψαι τον πατερα μου

60 ειπεν δε αυτω ο ιησους αφες τους νεκρους θαψαι τους εαυτων νεκρους συ δε απελθων διαγγελλε την βασιλειαν του θεου

61 ειπεν δε και ετερος ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοις εις τον οικον μου

62 ειπεν δε προς αυτον ο ιησους ουδεις επιβαλων την χειρα αυτου επ αροτρον και βλεπων εις τα οπισω ευθετος εστιν εις την βασιλειαν του θεου

Read full chapter