Add parallel Print Page Options

46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47 ὁ δὲ Ἰησοῦς [a]εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος [b]παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς· Ὃς [c]ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς [d]ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός [e]ἐστιν μέγας.

49 Ἀποκριθεὶς [f]δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα [g]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ [h]ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. 50 [i]εἶπεν δὲ πρὸς αὐτὸν [j]ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ’ [k]ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ [l]πρόσωπον [m]ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, [n]ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ [o]μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι [p]αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν [q]αὐτοῖς. 56 [r]καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:47 εἰδὼς WH NIV ] ἰδὼν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:47 παιδίον WH Treg NIV ] παιδίου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 *ἂν WH ] ἐὰν Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 *ἂν WH NIV ] ἐὰν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 ἐστιν WH Treg NIV ] ἔσται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 δὲ WH Treg NIV ] + ὁ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐν WH Treg NIV ] ἐπὶ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐκωλύομεν WH NIV ] ἐκωλύσαμεν Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 ὑμῶν … ὑμῶν WH Treg NIV ] ἡμῶν … ἡμῶν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 πρόσωπον WH NIV ] + αὐτοῦ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 ἐστήρισεν WH Treg NIV ] ἐστήριξεν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:52 ὡς WH NIV ] ὥστε Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 αὐτούς WH Treg NIV ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:55 αὐτοῖς WH Treg NIV ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:56 καὶ WH Treg NIV ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP

46 εισηλθεν δε διαλογισμος εν αυτοις το τις αν ειη μειζων αυτων

47 ο δε ιησους ιδων τον διαλογισμον της καρδιας αυτων επιλαβομενος παιδιου εστησεν αυτο παρ εαυτω

48 και ειπεν αυτοις ος εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και ος εαν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτερος εν πασιν υμιν υπαρχων ουτος εσται μεγας

49 αποκριθεις δε ο ιωαννης ειπεν επιστατα ειδομεν τινα επι τω ονοματι σου εκβαλλοντα τα δαιμονια και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει μεθ ημων

50 και ειπεν προς αυτον ο ιησους μη κωλυετε ος γαρ ουκ εστιν καθ ημων υπερ ημων εστιν

51 εγενετο δε εν τω συμπληρουσθαι τας ημερας της αναληψεως αυτου και αυτος το προσωπον αυτου εστηριξεν του πορευεσθαι εις ιερουσαλημ

52 και απεστειλεν αγγελους προ προσωπου αυτου και πορευθεντες εισηλθον εις κωμην σαμαρειτων ωστε ετοιμασαι αυτω

53 και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εις ιερουσαλημ

54 ιδοντες δε οι μαθηται αυτου ιακωβος και ιωαννης ειπον κυριε θελεις ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτους ως και ηλιας εποιησεν

55 στραφεις δε επετιμησεν αυτοις και ειπεν ουκ οιδατε οιου πνευματος εστε υμεις

56 ο γαρ υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι αλλα σωσαι και επορευθησαν εις ετεραν κωμην

Read full chapter