Add parallel Print Page Options

40 [a]Ἐν δὲ τῷ [b]ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ [c]οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας [d]τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [e]ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν [f]ἀπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ [g]Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ [h]ἀποθλίβουσιν. 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν [i]ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ [j]ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· [k]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου [l]λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, [m]μηκέτι σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη [n]αὐτῷ· Μὴ φοβοῦ, μόνον [o]πίστευσον, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν [p]τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, [q]οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς [r]δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, [s]ἔγειρε. 55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 ὑποστρέφειν WH NIV ] ὑποστρέψαι Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 οὗτος WH Treg NIV ] αὐτὸς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 τοῦ Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA ] – WH NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἀπ᾽ WH Treg NIV ] ὑπ᾽ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 Πέτρος WH NIV ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετ᾽ αὐτοῦ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 ἀποθλίβουσιν WH NIV ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:46 ἐξεληλυθυῖαν WH Treg NIV ] ἐξελθοῦσαν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47 ἀπήγγειλεν WH Treg NIV ] + αὐτῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:48 Θυγάτηρ WH Treg NIV ] Θάρσει θύγατερ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 λέγων WH NIV ] + αὐτῷ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 μηκέτι WH Treg NIV ] μὴ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 αὐτῷ WH Treg NIV ] + λέγων RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 πίστευσον WH Treg NIV ] πίστευε RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:51 τινα σὺν αὐτῷ WH Treg NIV ] οὐδένα RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:52 οὐ γὰρ WH Treg NIV ] οὐκ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 δὲ WH Treg NIV ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 ἔγειρε WH Treg NIV ] ἔγειρου RP

40 εγενετο δε εν τω υποστρεψαι τον ιησουν απεδεξατο αυτον ο οχλος ησαν γαρ παντες προσδοκωντες αυτον

41 και ιδου ηλθεν ανηρ ω ονομα ιαειρος και αυτος αρχων της συναγωγης υπηρχεν και πεσων παρα τους ποδας του ιησου παρεκαλει αυτον εισελθειν εις τον οικον αυτου

42 οτι θυγατηρ μονογενης ην αυτω ως ετων δωδεκα και αυτη απεθνησκεν εν δε τω υπαγειν αυτον οι οχλοι συνεπνιγον αυτον

43 και γυνη ουσα εν ρυσει αιματος απο ετων δωδεκα ητις εις ιατρους προσαναλωσασα ολον τον βιον ουκ ισχυσεν υπ ουδενος θεραπευθηναι

44 προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσις του αιματος αυτης

45 και ειπεν ο ιησους τις ο αψαμενος μου αρνουμενων δε παντων ειπεν ο πετρος και οι μετ αυτου επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν και λεγεις τις ο αψαμενος μου

46 ο δε ιησους ειπεν ηψατο μου τις εγω γαρ εγνων δυναμιν εξελθουσαν απ εμου

47 ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν αυτω ενωπιον παντος του λαου και ως ιαθη παραχρημα

48 ο δε ειπεν αυτη θαρσει θυγατερ η πιστις σου σεσωκεν σε πορευου εις ειρηνην

49 ετι αυτου λαλουντος ερχεται τις παρα του αρχισυναγωγου λεγων αυτω οτι τεθνηκεν η θυγατηρ σου μη σκυλλε τον διδασκαλον

50 ο δε ιησους ακουσας απεκριθη αυτω λεγων μη φοβου μονον πιστευε και σωθησεται

51 εισελθων δε εις την οικιαν ουκ αφηκεν εισελθειν ουδενα ει μη πετρον και ιακωβον και ιωαννην και τον πατερα της παιδος και την μητερα

52 εκλαιον δε παντες και εκοπτοντο αυτην ο δε ειπεν μη κλαιετε ουκ απεθανεν αλλα καθευδει

53 και κατεγελων αυτου ειδοτες οτι απεθανεν

54 αυτος δε εκβαλων εξω παντας και κρατησας της χειρος αυτης εφωνησεν λεγων η παις εγειρου

55 και επεστρεψεν το πνευμα αυτης και ανεστη παραχρημα και διεταξεν αυτη δοθηναι φαγειν

56 και εξεστησαν οι γονεις αυτης ο δε παρηγγειλεν αυτοις μηδενι ειπειν το γεγονος

Read full chapter