ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16-18
SBL Greek New Testament
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας [a]τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ [b]μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς [c]ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς [d]ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16 τίθησιν WH Treg NIV ] ἐπιτίθησιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17 μὴ γνωσθῇ WH Treg NIV ] γνωσθήσεται RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:18 ἂν γὰρ WH Treg NIV ] γὰρ ἐὰν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:18 ἂν WH Treg NIV ] ἐὰν RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16-18
1550 Stephanus New Testament
16 ουδεις δε λυχνον αψας καλυπτει αυτον σκευει η υποκατω κλινης τιθησιν αλλ επι λυχνιας επιτιθησιν ινα οι εισπορευομενοι βλεπωσιν το φως
17 ου γαρ εστιν κρυπτον ο ου φανερον γενησεται ουδε αποκρυφον ο ου γνωσθησεται και εις φανερον ελθη
18 βλεπετε ουν πως ακουετε ος γαρ αν εχη δοθησεται αυτω και ος αν μη εχη και ο δοκει εχειν αρθησεται απ αυτου
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software