Add parallel Print Page Options

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς [a]τὸν οἶκον τοῦ Φαρισαίου [b]κατεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ [c]ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, [d]καὶ ἐπιγνοῦσα ὅτι [e]κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα [f]ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, [g]τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ [h]ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 τὸν οἶκον WH Treg NIV ] τὴν οἶκὶαν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 κατεκλίθη WH Treg NIV ] ἀνεκλίθη RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 ἥτις ἦν ἐν τῇ πόλει WH Treg NIV ] ἐν τῇ πόλει ἥτις ἦν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 κατάκειται WH Treg NIV ] ἀνάκειται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 ὀπίσω παρὰ … αὐτοῦ WH Treg NIV ] παρὰ … αὐτοῦ ὀπίσω RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NIV ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:39 ἦν Treg NIV RP ] + ὁ WH

36 ηρωτα δε τις αυτον των φαρισαιων ινα φαγη μετ αυτου και εισελθων εις την οικιαν του φαρισαιου ανεκλιθη

37 και ιδου γυνη εν τη πολει ητις ην αμαρτωλος επιγνουσα οτι ανακειται εν τη οικια του φαρισαιου κομισασα αλαβαστρον μυρου

38 και στασα παρα τους ποδας αυτου οπισω κλαιουσα ηρξατο βρεχειν τους ποδας αυτου τοις δακρυσιν και ταις θριξιν της κεφαλης αυτης εξεμασσεν και κατεφιλει τους ποδας αυτου και ηλειφεν τω μυρω

39 ιδων δε ο φαρισαιος ο καλεσας αυτον ειπεν εν εαυτω λεγων ουτος ει ην προφητης εγινωσκεν αν τις και ποταπη η γυνη ητις απτεται αυτου οτι αμαρτωλος εστιν

Read full chapter