ΚΑΤΑ ΛΟΥΚΑΝ 7:18-23
SBL Greek New Testament
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν [a]κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ [b]ἄλλον προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς [c]ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21 ἐν [d]ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς [e]ἐχαρίσατο βλέπειν. 22 καὶ [f]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· [g]τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, [h]κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 κύριον WH Treg NIV ] Ἰησοῦν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 ἄλλον NIV RP ] ἕτερον WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:20 ἀπέστειλεν WH NIV ] ἀπέσταλκεν Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐκείνῃ WH Treg NIV ] αὐτῇ δὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐχαρίσατο WH Treg NIV ] + τὸ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 τυφλοὶ WH NIV ] ὅτι τυφλοὶ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NIV
ΚΑΤΑ ΛΟΥΚΑΝ 7:18-23
1550 Stephanus New Testament
18 και απηγγειλαν ιωαννη οι μαθηται αυτου περι παντων τουτων
19 και προσκαλεσαμενος δυο τινας των μαθητων αυτου ο ιωαννης επεμψεν προς τον ιησουν λεγων συ ει ο ερχομενος η αλλον προσδοκωμεν
20 παραγενομενοι δε προς αυτον οι ανδρες ειπον ιωαννης ο βαπτιστης απεσταλκεν ημας προς σε λεγων συ ει ο ερχομενος η αλλον προσδοκωμεν
21 εν αυτη δε τη ωρα εθεραπευσεν πολλους απο νοσων και μαστιγων και πνευματων πονηρων και τυφλοις πολλοις εχαρισατο το βλεπειν
22 και αποκριθεις ο ιησους ειπεν αυτοις πορευθεντες απαγγειλατε ιωαννη α ειδετε και ηκουσατε οτι τυφλοι αναβλεπουσιν χωλοι περιπατουσιν λεπροι καθαριζονται κωφοι ακουουσιν νεκροι εγειρονται πτωχοι ευαγγελιζονται
23 και μακαριος εστιν ος εαν μη σκανδαλισθη εν εμοι
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software