Add parallel Print Page Options

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς [a]ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ [b]αὐτοῦ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς [c]μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ [d]ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς [e]ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας [f]ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ [g]καὶ πάσῃ τῇ περιχώρῳ.

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν [h]κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ [i]ἄλλον προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς [j]ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21 ἐν [k]ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς [l]ἐχαρίσατο βλέπειν. 22 καὶ [m]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· [n]τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, [o]κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 ἐπορεύθη WH NIV ] ἐπορεύετο Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 αὐτοῦ WH Treg NIV ] + ἱκανοί RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 μονογενὴς υἱὸς WH Treg NIV ] υἱὸς μονογενὴς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:16 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17 καὶ WH NIV ] + ἐν Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 κύριον WH Treg NIV ] Ἰησοῦν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 ἄλλον NIV RP ] ἕτερον WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:20 ἀπέστειλεν WH NIV ] ἀπέσταλκεν Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐκείνῃ WH Treg NIV ] αὐτῇ δὲ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐχαρίσατο WH Treg NIV ] + τὸ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 τυφλοὶ WH NIV ] ὅτι τυφλοὶ Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NIV

11 και εγενετο εν τη εξης επορευετο εις πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου ικανοι και οχλος πολυς

12 ως δε ηγγισεν τη πυλη της πολεως και ιδου εξεκομιζετο τεθνηκως υιος μονογενης τη μητρι αυτου και αυτη ην χηρα και οχλος της πολεως ικανος συν αυτη

13 και ιδων αυτην ο κυριος εσπλαγχνισθη επ αυτη και ειπεν αυτη μη κλαιε

14 και προσελθων ηψατο της σορου οι δε βασταζοντες εστησαν και ειπεν νεανισκε σοι λεγω εγερθητι

15 και ανεκαθισεν ο νεκρος και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου

16 ελαβεν δε φοβος απαντας και εδοξαζον τον θεον λεγοντες οτι προφητης μεγας εγηγερται εν ημιν και οτι επεσκεψατο ο θεος τον λαον αυτου

17 και εξηλθεν ο λογος ουτος εν ολη τη ιουδαια περι αυτου και εν παση τη περιχωρω

18 και απηγγειλαν ιωαννη οι μαθηται αυτου περι παντων τουτων

19 και προσκαλεσαμενος δυο τινας των μαθητων αυτου ο ιωαννης επεμψεν προς τον ιησουν λεγων συ ει ο ερχομενος η αλλον προσδοκωμεν

20 παραγενομενοι δε προς αυτον οι ανδρες ειπον ιωαννης ο βαπτιστης απεσταλκεν ημας προς σε λεγων συ ει ο ερχομενος η αλλον προσδοκωμεν

21 εν αυτη δε τη ωρα εθεραπευσεν πολλους απο νοσων και μαστιγων και πνευματων πονηρων και τυφλοις πολλοις εχαρισατο το βλεπειν

22 και αποκριθεις ο ιησους ειπεν αυτοις πορευθεντες απαγγειλατε ιωαννη α ειδετε και ηκουσατε οτι τυφλοι αναβλεπουσιν χωλοι περιπατουσιν λεπροι καθαριζονται κωφοι ακουουσιν νεκροι εγειρονται πτωχοι ευαγγελιζονται

23 και μακαριος εστιν ος εαν μη σκανδαλισθη εν εμοι

Read full chapter