Add parallel Print Page Options

[a]Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ [b]παρέξῃ τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν [c]φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ [d]ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ [e]ἰαθήτω ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, [f]οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες [g]εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον [h]τὸν δοῦλον ὑγιαίνοντα.

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς [i]ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ [j]αὐτοῦ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς [k]μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ [l]ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς [m]ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας [n]ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ [o]καὶ πάσῃ τῇ περιχώρῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:1 Ἐπειδὴ WH Treg NIV ] Ἐπει δὲ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:4 παρέξῃ WH Treg NIV ] παρέξει RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 φίλους ὁ ἑκατοντάρχης WH NIV ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 ἱκανός εἰμι WH Treg NIV ] εἰμι ἱκανός RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:7 ἰαθήτω WH Treg NIV ] ἰαθήσεται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:9 οὐδὲ WH Treg NIV ] οὔτε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NIV ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 τὸν WH Treg NIV ] + ἀσθενοῦντα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 ἐπορεύθη WH NIV ] ἐπορεύετο Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 αὐτοῦ WH Treg NIV ] + ἱκανοί RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 μονογενὴς υἱὸς WH Treg NIV ] υἱὸς μονογενὴς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:16 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17 καὶ WH NIV ] + ἐν Treg RP

επει δε επληρωσεν παντα τα ρηματα αυτου εις τας ακοας του λαου εισηλθεν εις καπερναουμ

εκατονταρχου δε τινος δουλος κακως εχων ημελλεν τελευταν ος ην αυτω εντιμος

ακουσας δε περι του ιησου απεστειλεν προς αυτον πρεσβυτερους των ιουδαιων ερωτων αυτον οπως ελθων διασωση τον δουλον αυτου

οι δε παραγενομενοι προς τον ιησουν παρεκαλουν αυτον σπουδαιως λεγοντες οτι αξιος εστιν ω παρεξει τουτο

αγαπα γαρ το εθνος ημων και την συναγωγην αυτος ωκοδομησεν ημιν

ο δε ιησους επορευετο συν αυτοις ηδη δε αυτου ου μακραν απεχοντος απο της οικιας επεμψεν προς αυτον ο εκατονταρχος φιλους λεγων αυτω κυριε μη σκυλλου ου γαρ ειμι ικανος ινα υπο την στεγην μου εισελθης

διο ουδε εμαυτον ηξιωσα προς σε ελθειν αλλα ειπε λογω και ιαθησεται ο παις μου

και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν τασσομενος εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει

ακουσας δε ταυτα ο ιησους εθαυμασεν αυτον και στραφεις τω ακολουθουντι αυτω οχλω ειπεν λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον

10 και υποστρεψαντες οι πεμφθεντες εις τον οικον ευρον τον ασθενουντα δουλον υγιαινοντα

11 και εγενετο εν τη εξης επορευετο εις πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου ικανοι και οχλος πολυς

12 ως δε ηγγισεν τη πυλη της πολεως και ιδου εξεκομιζετο τεθνηκως υιος μονογενης τη μητρι αυτου και αυτη ην χηρα και οχλος της πολεως ικανος συν αυτη

13 και ιδων αυτην ο κυριος εσπλαγχνισθη επ αυτη και ειπεν αυτη μη κλαιε

14 και προσελθων ηψατο της σορου οι δε βασταζοντες εστησαν και ειπεν νεανισκε σοι λεγω εγερθητι

15 και ανεκαθισεν ο νεκρος και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου

16 ελαβεν δε φοβος απαντας και εδοξαζον τον θεον λεγοντες οτι προφητης μεγας εγηγερται εν ημιν και οτι επεσκεψατο ο θεος τον λαον αυτου

17 και εξηλθεν ο λογος ουτος εν ολη τη ιουδαια περι αυτου και εν παση τη περιχωρω

Read full chapter