Add parallel Print Page Options

43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ [a]πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου [b]σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας [c]αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ [d]πονηρὸς ἐκ τοῦ [e]πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ [f]περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν [g]διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ [h]εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43 πάλιν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44 σταφυλὴν τρυγῶσιν WH Treg NIV ] τρυγῶσιν σταφυλήν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 αὐτοῦ Treg RP ] – WH NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηρὸς WH Treg NIV ] + ἄνθρωπος RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηροῦ WH Treg NA ] + θησαυροῦ τῆς καρδίας αὑτοῦ NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 περισσεύματος WH Treg NIV ] τοῦ περισσεύματος τῆς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:48 διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NIV ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:49 εὐθὺς συνέπεσεν WH Treg NIV ] εὐθὲως ἔπεσεν RP

43 ου γαρ εστιν δενδρον καλον ποιουν καρπον σαπρον ουδε δενδρον σαπρον ποιουν καρπον καλον

44 εκαστον γαρ δενδρον εκ του ιδιου καρπου γινωσκεται ου γαρ εξ ακανθων συλλεγουσιν συκα ουδε εκ βατου τρυγωσιν σταφυλην

45 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου της καρδιας αυτου προφερει το αγαθον και ο πονηρος ανθρωπος εκ του πονηρου θησαυρου της καρδιας αυτου προφερει το πονηρον εκ γαρ του περισσευματος της καρδιας λαλει το στομα αυτου

46 τι δε με καλειτε κυριε κυριε και ου ποιειτε α λεγω

47 πας ο ερχομενος προς με και ακουων μου των λογων και ποιων αυτους υποδειξω υμιν τινι εστιν ομοιος

48 ομοιος εστιν ανθρωπω οικοδομουντι οικιαν ος εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν πλημμυρας δε γενομενης προσερρηξεν ο ποταμος τη οικια εκεινη και ουκ ισχυσεν σαλευσαι αυτην τεθεμελιωτο γαρ επι την πετραν

49 ο δε ακουσας και μη ποιησας ομοιος εστιν ανθρωπω οικοδομησαντι οικιαν επι την γην χωρις θεμελιου η προσερρηξεν ο ποταμος και ευθεως επεσεν και εγενετο το ρηγμα της οικιας εκεινης μεγα

Read full chapter