Add parallel Print Page Options

27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους [a]ὑμᾶς, προσεύχεσθε [b]περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 [c]παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ [d]ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.

32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 [e]καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; [f]καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν [g]δανίσητε παρ’ ὧν ἐλπίζετε [h]λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; [i]καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 [j]γίνεσθε οἰκτίρμονες [k]καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·

37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· [l]καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον [m]σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· [n]ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 περὶ WH NIV ] ὑπὲρ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ Treg NIV RP ] + γὰρ WH NA
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ WH NIV ] + γὰρ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 δανίσητε WH NIV ] δανείζετε Treg; δανείζητε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 λαβεῖν WH Treg NIV ] ἀπολαβεῖν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 καὶ WH NIV ] + γὰρ Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 γίνεσθε WH Treg NIV ] + οὖν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 καθὼς WH NIV ] + καὶ Treg RP NA
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37 καὶ WH NIV ] – Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 σεσαλευμένον WH Treg NIV ] καὶ σεσαλευμένον καὶ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 ᾧ γὰρ μέτρῳ WH Treg NIV ] Τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ RP

27 αλλ υμιν λεγω τοις ακουουσιν αγαπατε τους εχθρους υμων καλως ποιειτε τοις μισουσιν υμας

28 ευλογειτε τους καταρωμενους υμιν και προσευχεσθε υπερ των επηρεαζοντων υμας

29 τω τυπτοντι σε επι την σιαγονα παρεχε και την αλλην και απο του αιροντος σου το ιματιον και τον χιτωνα μη κωλυσης

30 παντι δε τω αιτουντι σε διδου και απο του αιροντος τα σα μη απαιτει

31 και καθως θελετε ινα ποιωσιν υμιν οι ανθρωποι και υμεις ποιειτε αυτοις ομοιως

32 και ει αγαπατε τους αγαπωντας υμας ποια υμιν χαρις εστιν και γαρ οι αμαρτωλοι τους αγαπωντας αυτους αγαπωσιν

33 και εαν αγαθοποιητε τους αγαθοποιουντας υμας ποια υμιν χαρις εστιν και γαρ οι αμαρτωλοι το αυτο ποιουσιν

34 και εαν δανειζητε παρ ων ελπιζετε απολαβειν ποια υμιν χαρις εστιν και γαρ οι αμαρτωλοι αμαρτωλοις δανειζουσιν ινα απολαβωσιν τα ισα

35 πλην αγαπατε τους εχθρους υμων και αγαθοποιειτε και δανειζετε μηδεν απελπιζοντες και εσται ο μισθος υμων πολυς και εσεσθε υιοι του υψιστου οτι αυτος χρηστος εστιν επι τους αχαριστους και πονηρους

36 γινεσθε ουν οικτιρμονες καθως και ο πατηρ υμων οικτιρμων εστιν

37 και μη κρινετε και ου μη κριθητε μη καταδικαζετε και ου μη καταδικασθητε απολυετε και απολυθησεσθε

38 διδοτε και δοθησεται υμιν μετρον καλον πεπιεσμενον και σεσαλευμενον και υπερεκχυνομενον δωσουσιν εις τον κολπον υμων τω γαρ αυτω μετρω ω μετρειτε αντιμετρηθησεται υμιν

Read full chapter