Add parallel Print Page Options

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ [a]καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ, καὶ εἶδεν [b]δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς [c]ἀπ’ αὐτῶν ἀποβάντες [d]ἔπλυνον τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ [e]ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, [f]καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς [g]Σίμων [h]εἶπεν· Ἐπιστάτα, δι’ [i]ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω [j]τὰ δίκτυα. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, [k]διερρήσσετο δὲ [l]τὰ δίκτυα αὐτῶν. καὶ κατένευσαν τοῖς [m]μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων [n]ὧν συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα [o]ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες [p]πάντα ἠκολούθησαν αὐτῷ.

12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· [q]καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ [r]εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1 καὶ WH Treg NIV ] τοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 δύο πλοῖα Treg NIV RP ] πλοῖα δύο WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἀπ᾽ αὐτῶν ἀποβάντες WH Treg NIV ] ἀποβάντες ἀπ᾽ αὐτῶν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἔπλυνον WH Treg NIV ] ἀπέπλυναν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 ἦν WH Treg NIV ] + τοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NIV ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 ὅλης WH Treg NIV ] + τῆς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:7 μετόχοις WH Treg NIV ] + τοῖς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:9 ὧν WH Treg NIV ] ᾗ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:10 Treg NIV RP ] – WH
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:11 πάντα WH Treg NIV ] ἅπαντα RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:12 καὶ ἰδὼν Treg RP ] ἰδὼν δὲ WH NIV
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:13 εἰπών RP ] λέγων WH Treg NIV

εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου και αυτος ην εστως παρα την λιμνην γεννησαρετ

και ειδεν δυο πλοια εστωτα παρα την λιμνην οι δε αλιεις αποβαντες απ αυτων απεπλυναν τα δικτυα

εμβας δε εις εν των πλοιων ο ην του σιμωνος ηρωτησεν αυτον απο της γης επαναγαγειν ολιγον και καθισας εδιδασκεν εκ του πλοιου τους οχλους

ως δε επαυσατο λαλων ειπεν προς τον σιμωνα επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν

και αποκριθεις ο σιμων ειπεν αυτω επιστατα δι ολης της νυκτος κοπιασαντες ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω το δικτυον

και τουτο ποιησαντες συνεκλεισαν ιχθυων πληθος πολυ διερρηγνυτο δε το δικτυον αυτων

και κατενευσαν τοις μετοχοις τοις εν τω ετερω πλοιω του ελθοντας συλλαβεσθαι αυτοις και ηλθον και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα

ιδων δε σιμων πετρος προσεπεσεν τοις γονασιν του ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλος ειμι κυριε

θαμβος γαρ περιεσχεν αυτον και παντας τους συν αυτω επι τη αγρα των ιχθυων η συνελαβον

10 ομοιως δε και ιακωβον και ιωαννην υιους ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προς τον σιμωνα ο ιησους μη φοβου απο του νυν ανθρωπους εση ζωγρων

11 και καταγαγοντες τα πλοια επι την γην αφεντες απαντα ηκολουθησαν αυτω

12 και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρης λεπρας και ιδων τον ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι

13 και εκτεινας την χειρα ηψατο αυτου ειπων θελω καθαρισθητι και ευθεως η λεπρα απηλθεν απ αυτου

Read full chapter