ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1-10
SBL Greek New Testament
5 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ [a]καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ, 2 καὶ εἶδεν [b]δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς [c]ἀπ’ αὐτῶν ἀποβάντες [d]ἔπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ [e]ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, [f]καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς [g]Σίμων [h]εἶπεν· Ἐπιστάτα, δι’ [i]ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω [j]τὰ δίκτυα. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, [k]διερρήσσετο δὲ [l]τὰ δίκτυα αὐτῶν. 7 καὶ κατένευσαν τοῖς [m]μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων [n]ὧν συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα [o]ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1 καὶ WH Treg NIV ] τοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 δύο πλοῖα Treg NIV RP ] πλοῖα δύο WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἀπ᾽ αὐτῶν ἀποβάντες WH Treg NIV ] ἀποβάντες ἀπ᾽ αὐτῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἔπλυνον WH Treg NIV ] ἀπέπλυναν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 ἦν WH Treg NIV ] + τοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NIV ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 ὅλης WH Treg NIV ] + τῆς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:7 μετόχοις WH Treg NIV ] + τοῖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:9 ὧν WH Treg NIV ] ᾗ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:10 ὁ Treg NIV RP ] – WH
ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1-10
1550 Stephanus New Testament
5 εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου και αυτος ην εστως παρα την λιμνην γεννησαρετ
2 και ειδεν δυο πλοια εστωτα παρα την λιμνην οι δε αλιεις αποβαντες απ αυτων απεπλυναν τα δικτυα
3 εμβας δε εις εν των πλοιων ο ην του σιμωνος ηρωτησεν αυτον απο της γης επαναγαγειν ολιγον και καθισας εδιδασκεν εκ του πλοιου τους οχλους
4 ως δε επαυσατο λαλων ειπεν προς τον σιμωνα επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν
5 και αποκριθεις ο σιμων ειπεν αυτω επιστατα δι ολης της νυκτος κοπιασαντες ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω το δικτυον
6 και τουτο ποιησαντες συνεκλεισαν ιχθυων πληθος πολυ διερρηγνυτο δε το δικτυον αυτων
7 και κατενευσαν τοις μετοχοις τοις εν τω ετερω πλοιω του ελθοντας συλλαβεσθαι αυτοις και ηλθον και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα
8 ιδων δε σιμων πετρος προσεπεσεν τοις γονασιν του ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλος ειμι κυριε
9 θαμβος γαρ περιεσχεν αυτον και παντας τους συν αυτω επι τη αγρα των ιχθυων η συνελαβον
10 ομοιως δε και ιακωβον και ιωαννην υιους ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προς τον σιμωνα ο ιησους μη φοβου απο του νυν ανθρωπους εση ζωγρων
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software