Add parallel Print Page Options

16 Καὶ ἦλθεν [a]εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον [b]τοῦ προφήτου Ἠσαΐου καὶ [c]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν [d]με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων [e]οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· [f]Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα [g]εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς [h]ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς [i]Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν [j]ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις [k]ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν· 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16 εἰς WH Treg NIV ] + τὴν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 τοῦ προφήτου Ἠσαΐου WH Treg NIV ] Ἠσαΐου τοῦ προφήτου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας NIV RP ] ἀνοίξας WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 με WH Treg NIV ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:20 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:22 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NIV ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:23 εἰς τὴν Καφαρναοὺμ WH NIV ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:25 ἐπὶ NIV RP ] – WH Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:26 Σιδωνίας WH Treg NIV ] Σιδῶνος RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:27 ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NIV ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:29 ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NIV ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP

16 και ηλθεν εις την ναζαρετ ου ην τεθραμμενος και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι

17 και επεδοθη αυτω βιβλιον ησαιου του προφητου και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον

18 πνευμα κυριου επ εμε ου ενεκεν εχρισεν με ευαγγελιζεσθαι πτωχοις απεσταλκεν με ιασασθαι τους συντετριμμενους την καρδιαν κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυσμενους εν αφεσει

19 κηρυξαι ενιαυτον κυριου δεκτον

20 και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων εν τη συναγωγη οι οφθαλμοι ησαν ατενιζοντες αυτω

21 ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων

22 και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχ ουτος εστιν ο υιος ιωσηφ

23 και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εν τη καπερναουμ ποιησον και ωδε εν τη πατριδι σου

24 ειπεν δε αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου

25 επ αληθειας δε λεγω υμιν πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ισραηλ οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ ως εγενετο λιμος μεγας επι πασαν την γην

26 και προς ουδεμιαν αυτων επεμφθη ηλιας ει μη εις σαρεπτα της σιδωνος προς γυναικα χηραν

27 και πολλοι λεπροι ησαν επι ελισσαιου του προφητου εν τω ισραηλ και ουδεις αυτων εκαθαρισθη ει μη νεεμαν ο συρος

28 και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα

29 και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως της οφρυος του ορους εφ ου η πολις αυτων ωκοδομητο εις το κατακρημνισαι αυτον

30 αυτος δε διελθων δια μεσου αυτων επορευετο

31 και κατηλθεν εις καπερναουμ πολιν της γαλιλαιας και ην διδασκων αυτους εν τοις σαββασιν

32 και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου

Read full chapter