Add parallel Print Page Options

Ἰησοῦς δὲ [a]πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι [b]ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν [c]αὐτῶν ἐπείνασεν. [d]εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη [e]πρὸς αὐτὸν ὁ Ἰησοῦς· Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται [f][g]ἄνθρωπος.

Καὶ ἀναγαγὼν [h]αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ [i]ἂν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. καὶ ἀποκριθεὶς [j]ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται· [k]Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

[l]Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ [m]ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ [n]ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:1 πλήρης πνεύματος ἁγίου WH Treg NIV ] πνεύματος ἁγίου πλήρης RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:1 ἐν τῇ ἐρήμῳ WH Treg NIV ] εἰς τήν ἐρήμον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:2 αὐτῶν WH Treg NIV ] + ὕστερον RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:3 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NIV Treg ] Ἰησοῦς πρὸς αὐτόν λέγων RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 ἄνθρωπος WH NIV ] + ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:5 αὐτὸν WH Treg NA ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:6 ἂν WH Treg ] ἐὰν NIV RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NIV ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NIV ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:9 Ἤγαγεν δὲ WH Treg NIV ] Καὶ ἤγαγεν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:9 ἔστησεν WH NIV ] + αὐτὸν Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:11 ὅτι WH Treg NIV ] – RP

ιησους δε πνευματος αγιου πληρης υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εις την ερημον

ημερας τεσσαρακοντα πειραζομενος υπο του διαβολου και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων υστερον επεινασεν

και ειπεν αυτω ο διαβολος ει υιος ει του θεου ειπε τω λιθω τουτω ινα γενηται αρτος

και απεκριθη ιησους προς αυτον λεγων γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ επι παντι ρηματι θεου

και αναγαγων αυτον ο διαβολος εις ορος υψηλον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου

και ειπεν αυτω ο διαβολος σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην

συ ουν εαν προσκυνησης ενωπιον μου εσται σου παντα

και αποκριθεις αυτω ειπεν ο ιησους υπαγε οπισω μου σατανα γεγραπται γαρ προσκυνησεις κυριον τον θεον σου και αυτω μονω λατρευσεις

και ηγαγεν αυτον εις ιερουσαλημ και εστησεν αυτον επι το πτερυγιον του ιερου και ειπεν αυτω ει ο υιος ει του θεου βαλε σεαυτον εντευθεν κατω

10 γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε

11 και οτι επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου

12 και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται ουκ εκπειρασεις κυριον τον θεον σου

13 και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου

Read full chapter