ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1-8
SBL Greek New Testament
21 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας [a]εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. 2 εἶδεν δέ [b]τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ [c]λεπτὰ δύο, 3 καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα [d]ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 [e]πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ [f]δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς [g]πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· 6 Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [h]λίθῳ ὃς οὐ καταλυθήσεται.
7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8 ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου [i]λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· [j]μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NIV ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 τινα WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 λεπτὰ δύο WH Treg NIV ] δύο λεπτά RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντες WH NIV ] ἅπαντες Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 δῶρα WH NIV ] + τοῦ θεοῦ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντα WH Treg NIV ] ἅπαντα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 λίθῳ Treg NIV RP ] + ὧδε WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 λέγοντες WH NIV ] + ὃτι Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 μὴ WH Treg NIV ] + οὖν RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1-8
1550 Stephanus New Testament
21 αναβλεψας δε ειδεν τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον πλουσιους
2 ειδεν δε και τινα χηραν πενιχραν βαλλουσαν εκει δυο λεπτα
3 και ειπεν αληθως λεγω υμιν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν
4 απαντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα του θεου αυτη δε εκ του υστερηματος αυτης απαντα τον βιον ον ειχεν εβαλεν
5 και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται ειπεν
6 ταυτα α θεωρειτε ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ος ου καταλυθησεται
7 επηρωτησαν δε αυτον λεγοντες διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι
8 ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και ο καιρος ηγγικεν μη ουν πορευθητε οπισω αυτων
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software