Add parallel Print Page Options

25 Καὶ ἰδοὺ [a]ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [b]ἢ ἂν ἴδῃ τὸν χριστὸν κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς [c]ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

33 καὶ ἦν [d]ὁ πατὴρ αὐτοῦ καὶ ἡ [e]μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 35 καὶ σοῦ [f]δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:25 ἄνθρωπος ἦν WH Treg NIV ] ἦν ἄνθρωπος RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:26 ἢ ἂν WH NIV ] ἂν Treg; ἢ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:28 ἀγκάλας WH NIV ] + αὐτοῦ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 ὁ πατὴρ αὐτοῦ WH Treg NIV ] Ἰωσὴφ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 μήτηρ WH Treg NIV ] + αὐτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:35 δὲ Treg NIV RP ] – WH

25 και ιδου ην ανθρωπος εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωπος ουτος δικαιος και ευλαβης προσδεχομενος παρακλησιν του ισραηλ και πνευμα αγιον ην επ αυτον

26 και ην αυτω κεχρηματισμενον υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν η ιδη τον χριστον κυριου

27 και ηλθεν εν τω πνευματι εις το ιερον και εν τω εισαγαγειν τους γονεις το παιδιον ιησουν του ποιησαι αυτους κατα το ειθισμενον του νομου περι αυτου

28 και αυτος εδεξατο αυτο εις τας αγκαλας αυτου και ευλογησεν τον θεον και ειπεν

29 νυν απολυεις τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη

30 οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου

31 ο ητοιμασας κατα προσωπον παντων των λαων

32 φως εις αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ

33 και ην ιωσηφ και η μητηρ αυτου θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου

34 και ευλογησεν αυτους συμεων και ειπεν προς μαριαμ την μητερα αυτου ιδου ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εις σημειον αντιλεγομενον

35 και σου δε αυτης την ψυχην διελευσεται ρομφαια οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι

Read full chapter