Add parallel Print Page Options

28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.

29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν [a]μαθητῶν 30 [b]λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, [c]καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως [d]ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν [e]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες [f]αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια [g]ἑαυτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ [h]πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος [i]βασιλεὺς ἐν ὀνόματι κυρίου· [j]ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς [k]εἶπεν· Λέγω ὑμῖν, [l]ὅτι ἐὰν οὗτοι [m]σιωπήσουσιν, οἱ λίθοι [n]κράξουσιν.

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ [o]αὐτήν, 42 λέγων ὅτι Εἰ ἔγνως [p]ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς [q]εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ [r]παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν [s]λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:29 μαθητῶν WH NIV ] + αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 λέγων WH Treg NIV ] εἰπών RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:31 ἐρεῖτε WH Treg NIV ] + αὐτῷ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:34 ὅτι WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:35 αὐτῶν WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:36 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:37 πασῶν WH NIV RP ] πάντων Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 βασιλεὺς WH NIV ] ὁ βασιλεὺς Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NIV ] εἰρήνη ἐν οὐρανῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 εἶπεν WH NIV ] + αὐτοῖς Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 ὅτι Treg RP ] – WH NIV
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 σιωπήσουσιν WH Treg NIV ] σιωπήσωσιν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 κράξουσιν WH Treg NIV ] κεκράξονται RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:41 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NIV ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 εἰρήνην WH NIV ] + σου Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:43 παρεμβαλοῦσιν WH Treg NIV ] περιβαλοῦσιν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:44 λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NIV ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP

28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα

29 και εγενετο ως ηγγισεν εις βηθφαγη και βηθανιαν προς το ορος το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων αυτου

30 ειπων υπαγετε εις την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν λυσαντες αυτον αγαγετε

31 και εαν τις υμας ερωτα διατι λυετε ουτως ερειτε αυτω οτι ο κυριος αυτου χρειαν εχει

32 απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις

33 λυοντων δε αυτων τον πωλον ειπον οι κυριοι αυτου προς αυτους τι λυετε τον πωλον

34 οι δε ειπον ο κυριος αυτου χρειαν εχει

35 και ηγαγον αυτον προς τον ιησουν και επιρριψαντες εαυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν

36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια αυτων εν τη οδω

37 εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων

38 λεγοντες ευλογημενος ο ερχομενος βασιλευς εν ονοματι κυριου ειρηνη εν ουρανω και δοξα εν υψιστοις

39 και τινες των φαρισαιων απο του οχλου ειπον προς αυτον διδασκαλε επιτιμησον τοις μαθηταις σου

40 και αποκριθεις ειπεν αυτοις λεγω υμιν οτι εαν ουτοι σιωπησωσιν οι λιθοι κεκραξονται

41 και ως ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτη

42 λεγων οτι ει εγνως και συ και γε εν τη ημερα σου ταυτη τα προς ειρηνην σου νυν δε εκρυβη απο οφθαλμων σου

43 οτι ηξουσιν ημεραι επι σε και περιβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν

44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν εν σοι λιθον επι λιθω ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου

Read full chapter