Add parallel Print Page Options

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν [a]ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο [b]τί εἴη τοῦτο· 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα [c]σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 40 σταθεὶς δὲ [d]ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41 [e]Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:35 ἐπαιτῶν WH Treg NIV ] προσαιτῶν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:36 τί WH NIV RP ] + ἂν Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:39 σιγήσῃ WH Treg NIV ] σιωπήσῃ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:40 Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:41 Τί WH NIV ] λέγων Τί Treg RP

35 εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον προσαιτων

36 ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο

37 απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται

38 και εβοησεν λεγων ιησου υιε δαβιδ ελεησον με

39 και οι προαγοντες επετιμων αυτω ινα σιωπηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαβιδ ελεησον με

40 σταθεις δε ο ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον

41 λεγων τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω

42 και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε

43 και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω

Read full chapter