Add parallel Print Page Options

11 Καὶ ἐγένετο ἐν τῷ [a]πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ [b]μέσον Σαμαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην [c]ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ [d]ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· [e]Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 πορεύεσθαι WH NIV ] + αὐτὸν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 μέσον WH Treg NIV ] μέσου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἀπήντησαν WH ] + αὐτῷ Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἔστησαν Treg NIV RP ] ἀνέστησαν WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17 Οὐχὶ Treg NIV RP ] Οὐχ WH

11 και εγενετο εν τω πορευεσθαι αυτον εις ιερουσαλημ και αυτος διηρχετο δια μεσου σαμαρειας και γαλιλαιας

12 και εισερχομενου αυτου εις τινα κωμην απηντησαν αυτω δεκα λεπροι ανδρες οι εστησαν πορρωθεν

13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας

14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν

15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον

16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαρειτης

17 αποκριθεις δε ο ιησους ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι δε εννεα που

18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος

19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε

Read full chapter

11 και εγενετο εν τω πορευεσθαι εις ιερουσαλημ και αυτος διηρχετο δια μεσον σαμαρειας και γαλιλαιας

12 και εισερχομενου αυτου εις τινα κωμην απηντησαν δεκα λεπροι ανδρες οι ανεστησαν πορρωθεν

13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας

14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν

15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον

16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαριτης

17 αποκριθεις δε ο ιησους ειπεν ουχ οι δεκα εκαθαρισθησαν οι [δε] εννεα που

18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος

19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε

Read full chapter