Add parallel Print Page Options

17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [a]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [b]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [c]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· λυσιτελεῖ αὐτῷ εἰ [d]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [e]τῶν μικρῶν τούτων ἕνα. προσέχετε ἑαυτοῖς. ἐὰν [f]ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ WH Treg NIV ] δὲ ἁμάρτῃ εἰς σὲ RP

17 ειπεν δε προς τους μαθητας ανενδεκτον εστιν του μη ελθειν τα σκανδαλα ουαι δε δι ου ερχεται

λυσιτελει αυτω ει μυλος ονικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση ενα των μικρων τουτων

προσεχετε εαυτοις εαν δε αμαρτη εις σε ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω

Read full chapter