Add parallel Print Page Options

22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· [a]Ταχὺ [b]ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ [c]φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, [d]ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί [e]ἂν εἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ [f]δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ [g]αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον [h]μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν [i]σιτευτὸν μόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ [j]ἔζησεν, καὶ [k]ἀπολωλὼς καὶ εὑρέθη.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 Ταχὺ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 ἐξενέγκατε WH Treg NIV ] + τὴν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:23 φέρετε WH Treg NIV ] ἐνέγκαντες RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:24 ἦν ἀπολωλὼς WH Treg NIV ] καὶ ἀπολωλὼς ἦν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:26 ἂν WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:28 δὲ WH Treg NIV ] οὖν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:29 αὐτοῦ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 μετὰ WH NIV RP ] +τῶν Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 σιτευτὸν μόσχον WH Treg NIV ] μόσχον τὸν σιτευτόν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἔζησεν WH Treg NA ] ἀνέζησεν NIV RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἀπολωλὼς WH Treg NIV ] + ἦν RP

22 ειπεν δε ο πατηρ προς τους δουλους αυτου εξενεγκατε την στολην την πρωτην και ενδυσατε αυτον και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας

23 και ενεγκαντες τον μοσχον τον σιτευτον θυσατε και φαγοντες ευφρανθωμεν

24 οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν και απολωλως ην και ευρεθη και ηρξαντο ευφραινεσθαι

25 ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω και ως ερχομενος ηγγισεν τη οικια ηκουσεν συμφωνιας και χορων

26 και προσκαλεσαμενος ενα των παιδων αυτου επυνθανετο τι ειη ταυτα

27 ο δε ειπεν αυτω οτι ο αδελφος σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον οτι υγιαινοντα αυτον απελαβεν

28 ωργισθη δε και ουκ ηθελεν εισελθειν ο ουν πατηρ αυτου εξελθων παρεκαλει αυτον

29 ο δε αποκριθεις ειπεν τω πατρι ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω

30 οτε δε ο υιος σου ουτος ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν εθυσας αυτω τον μοσχον τον σιτευτον

31 ο δε ειπεν αυτω τεκνον συ παντοτε μετ εμου ει και παντα τα εμα σα εστιν

32 ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφος σου ουτος νεκρος ην και ανεζησεν και απολωλως ην και ευρεθη

Read full chapter