Add parallel Print Page Options

25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα [a]ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι [b]τε καὶ τὴν [c]ψυχὴν ἑαυτοῦ, οὐ δύναται [d]εἶναί μου μαθητής. 27 [e]ὅστις οὐ βαστάζει τὸν σταυρὸν [f]ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ [g]ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ [h]ἔχει εἰς ἀπαρτισμόν; 29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται [i]αὐτῷ ἐμπαίζειν 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς πορευόμενος [j]ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον [k]βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν [l]ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι [m]αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ [n]τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται [o]εἶναί μου μαθητής.

34 Καλὸν [p]οὖν τὸ ἅλας· ἐὰν δὲ [q]καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 τε WH Treg NIV ] δέ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ψυχὴν ἑαυτοῦ WH NIV ] ἑαυτοῦ ψυχήν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 εἶναί μου μαθητής WH Treg NIV ] μου μαθητὴς εἶναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ὅστις WH NA ] καὶ ὅστις Treg NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg; αὑτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28 ὑμῶν WH Treg NIV ] + ὁ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28 ἔχει WH Treg NIV ] + τὰ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:29 αὐτῷ ἐμπαίζειν WH Treg NIV ] ἐμπαίζειν αὐτῷ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NIV ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 βουλεύσεται WH NIV ] βουλεύεται Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 ὑπαντῆσαι WH Treg NIV ] ἀπαντῆσαι RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:32 αὐτοῦ πόρρω WH Treg NIV ] πόρρω αὐτοῦ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:32 τὰ Treg NIV RP ] – WH
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:33 εἶναί μου WH Treg NIV ] μου εἶναι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 οὖν WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 καὶ WH Treg NIV ] – RP

25 συνεπορευοντο δε αυτω οχλοι πολλοι και στραφεις ειπεν προς αυτους

26 ει τις ερχεται προς με και ου μισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας ετι δε και την εαυτου ψυχην ου δυναται μου μαθητης ειναι

27 και οστις ου βασταζει τον σταυρον αυτου και ερχεται οπισω μου ου δυναται μου ειναι μαθητης

28 τις γαρ εξ υμων θελων πυργον οικοδομησαι ουχι πρωτον καθισας ψηφιζει την δαπανην ει εχει τα προς απαρτισμον

29 ινα μηποτε θεντος αυτου θεμελιον και μη ισχυοντος εκτελεσαι παντες οι θεωρουντες αρξωνται εμπαιζειν αυτω

30 λεγοντες οτι ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι

31 η τις βασιλευς πορευομενος συμβαλειν ετερω βασιλει εις πολεμον ουχι καθισας πρωτον βουλευεται ει δυνατος εστιν εν δεκα χιλιασιν απαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον

32 ει δε μηγε ετι αυτου πορρω οντος πρεσβειαν αποστειλας ερωτα τα προς ειρηνην

33 ουτως ουν πας εξ υμων ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν ου δυναται μου ειναι μαθητης

34 καλον το αλας εαν δε το αλας μωρανθη εν τινι αρτυθησεται

35 ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο ο εχων ωτα ακουειν ακουετω

Read full chapter