Add parallel Print Page Options

16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις [a]ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά [b]ἐστιν. 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς [c]πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην [d]ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ [e]δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ [f]τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν [g]ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:16 ἐποίει WH Treg NIV ] ἐποίησεν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:17 ἐστιν WH NIV ] + πάντα Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:18 πάντες παραιτεῖσθαι WH Treg NIV ] παραιτεῖσθαι πάντες RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:18 ἐξελθὼν WH Treg NIV ] ἐξελθεῖν καὶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:21 δοῦλος WH Treg NIV ] + ἐκεῖνος RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:21 τυφλοὺς καὶ χωλοὺς WH Treg NIV ] χωλοὺς καὶ τυφλοὺς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:22 WH Treg NIV ] ὡς RP

16 ο δε ειπεν αυτω ανθρωπος τις εποιησεν δειπνον μεγα και εκαλεσεν πολλους

17 και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις ερχεσθε οτι ηδη ετοιμα εστιν παντα

18 και ηρξαντο απο μιας παραιτεισθαι παντες ο πρωτος ειπεν αυτω αγρον ηγορασα και εχω αναγκην εξελθειν και ιδειν αυτον ερωτω σε εχε με παρητημενον

19 και ετερος ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον

20 και ετερος ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν

21 και παραγενομενος ο δουλος εκεινος απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπηρους και χωλους και τυφλους εισαγαγε ωδε

22 και ειπεν ο δουλος κυριε γεγονεν ως επεταξας και ετι τοπος εστιν

Read full chapter